2 Corinthians Chapter 1 in Koine Greek

Chapter 1

[1] Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ καὶ Τιμόθεος ἀδελφὸς Τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ
[2] Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ
[3] Εὐλογητὸς Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως
[4] παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ
[5] ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ παράκλησις ἡμῶν
[6] Εἴτε δὲ θλιβόμεθα ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας εἴτε παρακαλούμεθα ὑπὲρ τῆς ὑμῶν παρακλήσεως τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν
[7] καὶ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν εἰδότες ὅτι ὡς κοινωνοί ἐστε τῶν παθημάτων οὕτως καὶ τῆς παρακλήσεως
[8] Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν ἀδελφοί ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ ὅτι καθ᾽ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν
[9] ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾽ ἑαυτοῖς ἀλλ᾽ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς
[10] ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύσεται εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται
[11] συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν
[12] γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ τοῦ Θεοῦ καὶ οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ᾽ ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ περισσοτέρως δὲ πρὸς ὑμᾶς
[13] οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ᾽ ἀναγινώσκετε καὶ ἐπιγινώσκετε ἐλπίζω δὲ ὅτι ἕως τέλους ἐπιγνώσεσθε
[14] καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
[15] Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν ἵνα δευτέραν χάριν σχῆτε
[16] καὶ δι᾽ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν
[17] Τοῦτο οὖν βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην βουλεύομαι κατὰ σάρκα βουλεύομαι ἵνα παρ᾽ ἐμοὶ τό Ναί ναὶ καὶ τὸ Οὔ οὔ
[18] πιστὸς δὲ Θεὸς ὅτι λόγος ἡμῶν πρὸς ὑμᾶς οὐκ ἔστιν Ναί καὶ Οὔ
[19] τοῦ Θεοῦ γὰρ Υἱὸς Ἰησοῦς Χριστὸς ἐν ὑμῖν δι᾽ ἡμῶν κηρυχθείς δι᾽ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου οὐκ ἐγένετο Ναί καὶ Οὔ ἀλλὰ Ναί ἐν αὐτῷ γέγονεν
[20] ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ ἐν αὐτῷ τὸ Ναί διὸ καὶ δι᾽ αὐτοῦ τὸ Ἀμὴν τῷ Θεῷ πρὸς δόξαν δι᾽ ἡμῶν
[21] δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός
[22] καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν
[23] Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον
[24] οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν τῇ γὰρ πίστει ἑστήκατε