John Chapter 15 in Koine Greek

Chapter 15

[1] Ἐγώ εἰμι ἄμπελος ἀληθινή καὶ Πατήρ μου γεωργός ἐστιν
[2] πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ
[3] ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν
[4] μείνατε ἐν ἐμοί κἀγὼ ἐν ὑμῖν καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε
[5] Ἐγώ εἰμι ἄμπελος ὑμεῖς τὰ κλήματα μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν
[6] ἐὰν μή τις μένῃ ἐν ἐμοί ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται
[7] ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ ἐὰν θέλητε αἰτήσασθε καὶ γενήσεται ὑμῖν
[8] ἐν τούτῳ ἐδοξάσθη Πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ γένησθε ἐμοὶ μαθηταί
[9] Καθὼς ἠγάπησέν με Πατήρ κἀγὼ ὑμᾶς ἠγάπησα μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ
[10] ἐὰν τὰς ἐντολάς μου τηρήσητε μενεῖτε ἐν τῇ ἀγάπῃ μου καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ
[11] Ταῦτα λελάληκα ὑμῖν ἵνα χαρὰ ἐμὴ ἐν ὑμῖν καὶ χαρὰ ὑμῶν πληρωθῇ
[12] Αὕτη ἐστὶν ἐντολὴ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς
[13] μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ
[14] Ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ἐγὼ ἐντέλλομαι ὑμῖν
[15] οὐκέτι λέγω ὑμᾶς δούλους ὅτι δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ κύριος ὑμᾶς δὲ εἴρηκα φίλους ὅτι πάντα ἤκουσα παρὰ τοῦ Πατρός μου ἐγνώρισα ὑμῖν
[16] οὐχ ὑμεῖς με ἐξελέξασθε ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ καρπὸς ὑμῶν μένῃ ἵνα τι ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν
[17] ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους
[18] Εἰ κόσμος ὑμᾶς μισεῖ γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν
[19] εἰ ἐκ τοῦ κόσμου ἦτε κόσμος ἂν τὸ ἴδιον ἐφίλει ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου διὰ τοῦτο μισεῖ ὑμᾶς κόσμος
[20] Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν
[21] ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με
[22] εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς ἁμαρτίαν οὐκ εἴχοσαν νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν
[23] ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ
[24] εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς οὐδεὶς ἄλλος ἐποίησεν ἁμαρτίαν οὐκ εἴχοσαν νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν Πατέρα μου
[25] ἀλλ᾽ ἵνα πληρωθῇ λόγος ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος ὅτι Ἐμίσησάν με δωρεάν
[26] Ὅταν ἔλθῃ Παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός τὸ Πνεῦμα τῆς ἀληθείας παρὰ τοῦ Πατρὸς ἐκπορεύεται ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ
[27] καὶ ὑμεῖς δὲ μαρτυρεῖτε ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε