John Chapter 16 in Koine Greek

Chapter 16

[1] Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε
[2] ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς ἀλλ᾽ ἔρχεται ὥρα ἵνα πᾶς ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ
[3] καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα οὐδὲ ἐμέ
[4] ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ὥρα αὐτῶν μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον ὅτι μεθ᾽ ὑμῶν ἤμην
[5] Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με Ποῦ ὑπάγεις
[6] ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν
[7] ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω ἐὰν γὰρ μὴ ἀπέλθω Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς ἐὰν δὲ πορευθῶ πέμψω αὐτὸν πρὸς ὑμᾶς
[8] Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως
[9] περὶ ἁμαρτίας μέν ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ
[10] περὶ δικαιοσύνης δέ ὅτι πρὸς τὸν Πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με
[11] περὶ δὲ κρίσεως ὅτι ἄρχων τοῦ κόσμου τούτου κέκριται
[12] Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι
[13] ὅταν δὲ ἔλθῃ ἐκεῖνος τὸ Πνεῦμα τῆς ἀληθείας ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ ἀλλ᾽ ὅσα ἀκούσει λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν
[14] ἐκεῖνος ἐμὲ δοξάσει ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν
[15] πάντα ὅσα ἔχει Πατὴρ ἐμά ἐστιν διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν
[16] Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με
[17] Εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους Τί ἐστιν τοῦτο λέγει ἡμῖν Μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με καί Ὅτι ὑπάγω πρὸς τὸν Πατέρα
[18] ἔλεγον οὖν τί ἐστιν Τοῦτο λέγει Τὸ μικρόν οὐκ οἴδαμεν τί λαλεῖ
[19] Ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν καὶ εἶπεν αὐτοῖς Περὶ τούτου ζητεῖτε μετ᾽ ἀλλήλων ὅτι εἶπον Μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με
[20] ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς δὲ κόσμος χαρήσεται ὑμεῖς λυπηθήσεσθε ἀλλ᾽ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται
[21] γυνὴ ὅταν τίκτῃ λύπην ἔχει ὅτι ἦλθεν ὥρα αὐτῆς ὅταν δὲ γεννήσῃ τὸ παιδίον οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον
[22] καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν καρδία καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾽ ὑμῶν
[23] Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν ἀμὴν ἀμὴν λέγω ὑμῖν ἄν τι αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν
[24] ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου αἰτεῖτε καὶ λήμψεσθε ἵνα χαρὰ ὑμῶν πεπληρωμένη
[25] Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ Πατρὸς ἀπαγγελῶ ὑμῖν
[26] ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν Πατέρα περὶ ὑμῶν
[27] αὐτὸς γὰρ Πατὴρ φιλεῖ ὑμᾶς ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον
[28] ἐξῆλθον παρὰ τοῦ Πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν Πατέρα
[29] Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ Ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις
[30] νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες
[31] Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς Ἄρτι πιστεύετε
[32] ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε καὶ οὐκ εἰμὶ μόνος ὅτι Πατὴρ μετ᾽ ἐμοῦ ἐστιν
[33] ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε ἀλλὰ θαρσεῖτε ἐγὼ νενίκηκα τὸν κόσμον