Romans Chapter 14 in Koine Greek

Chapter 14

[1] Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμῶν
[2] ὃς μὲν πιστεύει φαγεῖν πάντα δὲ ἀσθενῶν λάχανα ἐσθίει
[3] ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω Θεὸς γὰρ αὐτὸν προσελάβετο
[4] σὺ τίς εἶ κρίνων ἀλλότριον οἰκέτην τῷ ἰδίῳ κυρίῳ στήκει πίπτει σταθήσεται δέ δυνατεῖ γὰρ Κύριος στῆσαι αὐτόν
[5] Ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ᾽ ἡμέραν ὃς δὲ κρίνει πᾶσαν ἡμέραν ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω
[6] φρονῶν τὴν ἡμέραν Κυρίῳ φρονεῖ καὶ ἐσθίων Κυρίῳ ἐσθίει εὐχαριστεῖ γὰρ τῷ Θεῷ καὶ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῷ Θεῷ
[7] Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει
[8] ἐάν τε γὰρ ζῶμεν τῷ Κυρίῳ ζῶμεν ἐάν τε ἀποθνήσκωμεν τῷ Κυρίῳ ἀποθνήσκομεν ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνήσκωμεν τοῦ Κυρίου ἐσμέν
[9] εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ
[10] Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Θεοῦ
[11] γέγραπται γάρ Ζῶ ἐγώ λέγει Κύριος ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ
[12] Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ
[13] Μηκέτι οὖν ἀλλήλους κρίνωμεν ἀλλὰ τοῦτο κρίνατε μᾶλλον τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ σκάνδαλον
[14] Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι᾽ ἑαυτοῦ εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι ἐκείνῳ κοινόν
[15] εἰ γὰρ διὰ βρῶμα ἀδελφός σου λυπεῖται οὐκέτι κατὰ ἀγάπην περιπατεῖς μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν
[16] Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν
[17] οὐ γάρ ἐστιν βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι Ἁγίῳ
[18] γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις
[19] Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους
[20] μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ πάντα μὲν καθαρά ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι
[21] καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ἀδελφός σου προσκόπτει
[22] Σὺ πίστιν ἣν ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ μακάριος μὴ κρίνων ἑαυτὸν ἐν δοκιμάζει
[23] δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως πᾶν δὲ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν