1 Corinthians Chapter 11 in Koine Greek

Chapter 11

[1] Μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ
[2] Ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε
[3] Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς κεφαλὴ Χριστός ἐστιν κεφαλὴ δὲ γυναικὸς ἀνήρ κεφαλὴ δὲ τοῦ Χριστοῦ Θεός
[4] Πᾶς ἀνὴρ προσευχόμενος προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ
[5] πᾶσα δὲ γυνὴ προσευχομένη προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν αὐτῆς ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ
[6] εἰ γὰρ οὐ κατακαλύπτεται γυνή καὶ κειράσθω εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ξυρᾶσθαι κατακαλυπτέσθω
[7] Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων γυνὴ δὲ δόξα ἀνδρός ἐστιν
[8] οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός ἀλλὰ γυνὴ ἐξ ἀνδρός
[9] καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα
[10] διὰ τοῦτο ὀφείλει γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους
[11] Πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν Κυρίῳ
[12] ὥσπερ γὰρ γυνὴ ἐκ τοῦ ἀνδρός οὕτως καὶ ἀνὴρ διὰ τῆς γυναικός τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ
[13] Ἐν ὑμῖν αὐτοῖς κρίνατε πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι
[14] οὐδὲ φύσις αὐτὴ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ ἀτιμία αὐτῷ ἐστιν
[15] γυνὴ δὲ ἐὰν κομᾷ δόξα αὐτῇ ἐστιν ὅτι κόμη ἀντὶ περιβολαίου δέδοται αὐτῇ
[16] Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ
[17] Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε
[18] πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν καὶ μέρος τι πιστεύω
[19] δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι ἵνα καὶ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν
[20] Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν
[21] ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν καὶ ὃς μὲν πεινᾷ ὃς δὲ μεθύει
[22] μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας τί εἴπω ὑμῖν ἐπαινέσω ὑμᾶς ἐν τούτῳ οὐκ ἐπαινῶ
[23] Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου καὶ παρέδωκα ὑμῖν ὅτι Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ παρεδίδετο ἔλαβεν ἄρτον
[24] καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν
[25] ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων Τοῦτο τὸ ποτήριον καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι τοῦτο ποιεῖτε ὁσάκις ἐὰν πίνητε εἰς τὴν ἐμὴν ἀνάμνησιν
[26] ὁσάκις γὰρ ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον πίνητε τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε ἄχρι οὗ ἔλθῃ
[27] Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου
[28] δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω
[29] γὰρ ἐσθίων καὶ πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ σῶμα
[30] διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί
[31] Εἰ δὲ ἑαυτοὺς διεκρίνομεν οὐκ ἂν ἐκρινόμεθα
[32] κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν
[33] Ὥστε ἀδελφοί μου συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε
[34] εἴ τις πεινᾷ ἐν οἴκῳ ἐσθιέτω ἵνα μὴ εἰς κρίμα συνέρχησθε Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι