[1] Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας οὕτως καὶ ὑμεῖς ποιήσατε
[2] κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται
[3] ὅταν δὲ παραγένωμαι οὓς ἐὰν δοκιμάσητε δι᾽ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ
[4] ἐὰν δὲ ἄξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι σὺν ἐμοὶ πορεύσονται
[5] Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω Μακεδονίαν γὰρ διέρχομαι
[6] πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι
[7] οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς ἐὰν ὁ Κύριος ἐπιτρέψῃ
[8] ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς
[9] θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής καὶ ἀντικείμενοι πολλοί
[10] Ἐὰν δὲ ἔλθῃ Τιμόθεος βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς κἀγώ
[11] μή τις οὖν αὐτὸν ἐξουθενήσῃ προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ ἵνα ἔλθῃ πρός με ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν
[12] Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ
[13] Γρηγορεῖτε στήκετε ἐν τῇ πίστει ἀνδρίζεσθε κραταιοῦσθε
[14] πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω
[15] Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί οἴδατε τὴν οἰκίαν Στεφανᾶ ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς
[16] ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι
[17] Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν
[18] ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν ἐπιγινώσκετε οὖν τοὺς τοιούτους
[19] Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας Ἀσπάζεται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ
[20] Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ
[21] Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου
[22] Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ἤτω ἀνάθεμα Μαράνα θά
[23] Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ μεθ᾽ ὑμῶν
[24] Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ