1 Peter Chapter 5 in Koine Greek

Chapter 5

[1] Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός
[2] ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ Θεόν μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως
[3] μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου
[4] καὶ φανερωθέντος τοῦ Ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον
[5] Ὁμοίως νεώτεροι ὑποτάγητε πρεσβυτέροις πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε ὅτι Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν
[6] Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ
[7] πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ᾽ αὐτόν ὅτι αὐτῷ μέλει περὶ ὑμῶν
[8] Νήψατε γρηγορήσατε ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπιεῖν
[9] ἀντίστητε στερεοὶ τῇ πίστει εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι
[10] δὲ Θεὸς πάσης χάριτος καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ ὀλίγον παθόντας αὐτὸς καταρτίσει στηρίξει σθενώσει θεμελιώσει
[11] αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας ἀμήν
[12] Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ ὡς λογίζομαι δι᾽ ὀλίγων ἔγραψα παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν στῆτε
[13] Ἀσπάζεται ὑμᾶς ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος υἱός μου
[14] Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ