1 Timothy Chapter 1 in Koine Greek

Chapter 1

[1] Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ᾽ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν
[2] Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει Χάρις ἔλεος εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν
[3] Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ πορευόμενος εἰς Μακεδονίαν ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν
[4] μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις αἵτινες ἐκζητήσεις παρέχουσιν μᾶλλον οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει
[5] Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου
[6] ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν
[7] θέλοντες εἶναι νομοδιδάσκαλοι μὴ νοοῦντες μήτε λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται
[8] Οἴδαμεν δὲ ὅτι καλὸς νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται
[9] εἰδὼς τοῦτο ὅτι δικαίῳ νόμος οὐ κεῖται ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις ἀσεβέσι καὶ ἁμαρτωλοῖς ἀνοσίοις καὶ βεβήλοις πατρολῴαις καὶ μητρολῴαις ἀνδροφόνοις
[10] πόρνοις ἀρσενοκοίταις ἀνδραποδισταῖς ψεύσταις ἐπιόρκοις καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται
[11] κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ ἐπιστεύθην ἐγώ
[12] Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν
[13] τὸ πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν ἀλλὰ ἠλεήθην ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ
[14] ὑπερεπλεόνασεν δὲ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ
[15] Πιστὸς λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι ὧν πρῶτός εἰμι ἐγώ
[16] ἀλλὰ διὰ τοῦτο ἠλεήθην ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν ἅπασαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον
[17] Τῷ δὲ Βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ ἀοράτῳ μόνῳ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
[18] Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι τέκνον Τιμόθεε κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν
[19] ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν
[20] ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος οὓς παρέδωκα τῷ Σατανᾷ ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν