[1] Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα
[2] Προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν νῦν τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι
[3] ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν
[4] καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ ἀλλὰ ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς
[5] Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει ἑαυτοὺς δοκιμάζετε ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν εἰ μήτι ἀδόκιμοί ἐστε
[6] ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι
[7] Εὐχόμεθα δὲ πρὸς τὸν Θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν ἀλλ᾽ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν
[8] οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας ἀλλὰ ὑπὲρ τῆς ἀληθείας
[9] χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν ὑμεῖς δὲ δυνατοὶ ἦτε τοῦτο καὶ εὐχόμεθα τὴν ὑμῶν κατάρτισιν
[10] Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ὁ Κύριος ἔδωκέν μοι εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν
[11] Λοιπόν ἀδελφοί χαίρετε καταρτίζεσθε παρακαλεῖσθε τὸ αὐτὸ φρονεῖτε εἰρηνεύετε καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ᾽ ὑμῶν
[12] Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες
[13] Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν