2 Peter Chapter 1 in Koine Greek

Chapter 1

[1] Συμεὼν Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ Τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ
[2] Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν
[3] Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ
[4] δι᾽ ὧν τὰ τίμια καὶ μέγιστα ἡμῖν ἐπαγγέλματα δεδώρηται ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς
[5] Καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν
[6] ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν
[7] ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην
[8] ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν
[9] γὰρ μὴ πάρεστιν ταῦτα τυφλός ἐστιν μυωπάζων λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν
[10] Διὸ μᾶλλον ἀδελφοί σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε
[11] οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ
[12] Διὸ μελλήσω ἀεὶ ὑμᾶς ὑπομιμνῄσκειν περὶ τούτων καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ
[13] δίκαιον δὲ ἡγοῦμαι ἐφ᾽ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει
[14] εἰδὼς ὅτι ταχινή ἐστιν ἀπόθεσις τοῦ σκηνώματός μου καθὼς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέν μοι
[15] σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι
[16] Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν ἀλλ᾽ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος
[17] λαβὼν γὰρ παρὰ Θεοῦ Πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης Υἱός μου ἀγαπητός μου οὗτός ἐστιν εἰς ὃν ἐγὼ εὐδόκησα
[18] καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ ἁγίῳ ὄρει
[19] Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν
[20] τοῦτο πρῶτον γινώσκοντες ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται
[21] οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτέ ἀλλὰ ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν ἀπὸ Θεοῦ ἄνθρωποι