[1] Τὸ λοιπὸν προσεύχεσθε ἀδελφοί περὶ ἡμῶν ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς
[2] καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων οὐ γὰρ πάντων ἡ πίστις
[3] Πιστὸς δέ ἐστιν ὁ Κύριος ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ
[4] πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ᾽ ὑμᾶς ὅτι ἃ παραγγέλλομεν καὶ ποιεῖτε καὶ ποιήσετε
[5] Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ
[6] Παραγγέλλομεν δὲ ὑμῖν ἀδελφοί ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρ᾽ ἡμῶν
[7] αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν
[8] οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος ἀλλ᾽ ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν
[9] οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν ἀλλ᾽ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς
[10] καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς τοῦτο παρηγγέλλομεν ὑμῖν ὅτι Εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω
[11] Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους
[12] τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ Χριστῷ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν
[13] Ὑμεῖς δέ ἀδελφοί μὴ ἐγκακήσητε καλοποιοῦντες
[14] Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς τοῦτον σημειοῦσθε μὴ συναναμίγνυσθαι αὐτῷ ἵνα ἐντραπῇ
[15] καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν
[16] Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ ὁ Κύριος μετὰ πάντων ὑμῶν
[17] Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ οὕτως γράφω
[18] Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν