Acts Chapter 11 in Koine Greek

Chapter 11

[1] Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ
[2] Ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἰερουσαλήμ διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
[3] λέγοντες ὅτι Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες αὐτοῖς
[4] Ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων
[5] Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ καὶ ἦλθεν ἄχρι ἐμοῦ
[6] εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ
[7] ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι Ἀναστάς Πέτρε θῦσον καὶ φάγε
[8] Εἶπον δέ Μηδαμῶς Κύριε ὅτι κοινὸν ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου
[9] Ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ Θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου
[10] Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν
[11] Καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ἦμεν ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με
[12] εἶπεν δὲ τὸ Πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός
[13] ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα Ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον
[14] ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς οἶκός σου
[15] Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾽ αὐτοὺς ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ
[16] ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ Κυρίου ὡς ἔλεγεν Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ
[17] εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς Θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν
[18] Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν Θεὸν λέγοντες Ἄρα καὶ τοῖς ἔθνεσιν Θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν
[19] Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις
[20] Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνιστάς εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν
[21] καὶ ἦν χεὶρ Κυρίου μετ᾽ αὐτῶν πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον
[22] Ἠκούσθη δὲ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας
[23] ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ Θεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ
[24] ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ
[25] Ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον
[26] καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς
[27] Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν
[28] ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ Πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην ἥτις ἐγένετο ἐπὶ Κλαυδίου
[29] τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς
[30] καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου