Acts Chapter 16 in Koine Greek

Chapter 16

[1] Κατήντησεν δὲ καὶ εἰς Δέρβην καὶ εἰς Λύστραν καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς πατρὸς δὲ Ἕλληνος
[2] ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν
[3] τοῦτον ἠθέλησεν Παῦλος σὺν αὐτῷ ἐξελθεῖν καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις ᾔδεισαν γὰρ ἅπαντες ὅτι Ἕλλην πατὴρ αὐτοῦ ὑπῆρχεν
[4] Ὡς δὲ διεπορεύοντο τὰς πόλεις παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις
[5] Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾽ ἡμέραν
[6] Διῆλθον δὲ τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ
[7] ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ
[8] παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα
[9] Καὶ ὅραμα διὰ τῆς νυκτὸς τῷ Παύλῳ ὤφθη ἀνὴρ Μακεδών τις ἦν ἑστὼς καὶ παρακαλῶν αὐτὸν καὶ λέγων Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν
[10] ὡς δὲ τὸ ὅραμα εἶδεν εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς Μακεδονίαν συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς Θεὸς εὐαγγελίσασθαι αὐτούς
[11] Ἀναχθέντες δὲ ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην τῇ δὲ ἐπιούσῃ εἰς Νέαν Πόλιν
[12] κἀκεῖθεν εἰς Φιλίππους ἥτις ἐστὶν πρώτη μερίδος τῆς Μακεδονίας πόλις κολωνία Ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς
[13] Τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὗ ἐνομίζομεν προσευχὴν εἶναι καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν
[14] Καί τις γυνὴ ὀνόματι Λυδία πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν Θεόν ἤκουεν ἧς Κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου
[15] ὡς δὲ ἐβαπτίσθη καὶ οἶκος αὐτῆς παρεκάλεσεν λέγουσα Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι εἰσελθόντες εἰς τὸν οἶκόν μου μένετε καὶ παρεβιάσατο ἡμᾶς
[16] Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα Πύθωνα ὑπαντῆσαι ἡμῖν ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη
[17] αὕτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰσίν οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας
[18] Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας διαπονηθεὶς δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν Παραγγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾽ αὐτῆς καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ
[19] Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας
[20] καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες
[21] καὶ καταγγέλλουσιν ἔθη οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν
[22] Καὶ συνεπέστη ὄχλος κατ᾽ αὐτῶν καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν
[23] πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς
[24] ὃς παραγγελίαν τοιαύτην λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον
[25] Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν Θεόν ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι
[26] ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη
[27] Ἔξυπνος δὲ γενόμενος δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους
[28] ἐφώνησεν δὲ μεγάλῃ φωνῇ Παῦλος λέγων Μηδὲν πράξῃς σεαυτῷ κακόν ἅπαντες γάρ ἐσμεν ἐνθάδε
[29] Αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ
[30] καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη Κύριοι τί με δεῖ ποιεῖν ἵνα σωθῶ
[31] Οἱ δὲ εἶπαν Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν καὶ σωθήσῃ σὺ καὶ οἶκός σου
[32] καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ κυρίου σὺν πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ
[33] καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα
[34] ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ Θεῷ
[35] Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους
[36] Ἀπήγγειλεν δὲ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ
[37] δὲ Παῦλος ἔφη πρὸς αὐτούς Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας ἔβαλαν εἰς φυλακήν καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν οὐ γάρ ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν
[38] Ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν
[39] καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως
[40] ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν