[1] Ὦ ἀνόητοι Γαλάται τίς ὑμᾶς ἐβάσκανεν οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος
[2] τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως
[3] Οὕτως ἀνόητοί ἐστε ἐναρξάμενοι Πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε
[4] τοσαῦτα ἐπάθετε εἰκῇ εἴ γε καὶ εἰκῇ
[5] ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως
[6] Καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην
[7] Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως οὗτοι υἱοί εἰσιν Ἀβραάμ
[8] προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη
[9] ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ
[10] Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν γέγραπται γὰρ ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά
[11] ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ δῆλον ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται
[12] ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως ἀλλ᾽ Ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς
[13] Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα ὅτι γέγραπται Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου
[14] ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως
[15] Ἀδελφοί κατὰ ἄνθρωπον λέγω ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται
[16] τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ οὐ λέγει Καὶ τοῖς σπέρμασιν ὡς ἐπὶ πολλῶν ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός Καὶ τῷ σπέρματί σου ὅς ἐστιν Χριστός
[17] Τοῦτο δὲ λέγω διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν
[18] εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία οὐκέτι ἐξ ἐπαγγελίας τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ Θεός
[19] Τί οὖν ὁ νόμος τῶν παραβάσεων χάριν προσετέθη ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου
[20] ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν ὁ δὲ Θεὸς εἷς ἐστιν
[21] Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ μὴ γένοιτο εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι ὄντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη
[22] ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν
[23] Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συνκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι
[24] ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν ἵνα ἐκ πίστεως δικαιωθῶμεν
[25] ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν
[26] Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ
[27] ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε
[28] οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος οὐκ ἔνι ἄρσεν καὶ θῆλυ πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ
[29] εἰ δὲ ὑμεῖς Χριστοῦ ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ κατ᾽ ἐπαγγελίαν κληρονόμοι