Galatians Chapter 5 in Koine Greek

Chapter 5

[1] Τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε
[2] Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει
[3] μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι
[4] κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε τῆς χάριτος ἐξεπέσατε
[5] Ἡμεῖς γὰρ Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα
[6] ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη
[7] Ἐτρέχετε καλῶς τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι
[8] πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς
[9] μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ
[10] ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα ὅστις ἐὰν
[11] Ἐγὼ δέ ἀδελφοί εἰ περιτομὴν ἔτι κηρύσσω τί ἔτι διώκομαι ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ
[12] Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς
[13] Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε ἀδελφοί μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις
[14] γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν
[15] εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε βλέπετε μὴ ὑπ᾽ ἀλλήλων ἀναλωθῆτε
[16] Λέγω δέ Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε
[17] γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται ἵνα μὴ ἐὰν θέλητε ταῦτα ποιῆτε
[18] εἰ δὲ Πνεύματι ἄγεσθε οὐκ ἐστὲ ὑπὸ νόμον
[19] Φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός ἅτινά ἐστιν πορνεία ἀκαθαρσία ἀσέλγεια
[20] εἰδωλολατρία φαρμακεία ἔχθραι ἔρις ζῆλος θυμοί ἐριθεῖαι διχοστασίαι αἱρέσεις
[21] φθόνοι μέθαι κῶμοι καὶ τὰ ὅμοια τούτοις προλέγω ὑμῖν καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν
[22] δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη χαρά εἰρήνη μακροθυμία χρηστότης ἀγαθωσύνη πίστις
[23] πραΰτης ἐγκράτεια κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος
[24] Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις
[25] Εἰ ζῶμεν Πνεύματι Πνεύματι καὶ στοιχῶμεν
[26] μὴ γινώμεθα κενόδοξοι ἀλλήλους προκαλούμενοι ἀλλήλοις φθονοῦντες