James Chapter 4 in Koine Greek

Chapter 4

[1] Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν
[2] ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν μάχεσθε καὶ πολεμεῖτε οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς
[3] αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε
[4] Μοιχαλίδες οὐκ οἴδατε ὅτι φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου ἐχθρὸς τοῦ Θεοῦ καθίσταται
[5] δοκεῖτε ὅτι κενῶς γραφὴ λέγει Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα κατῴκισεν ἐν ἡμῖν
[6] μείζονα δὲ δίδωσιν χάριν διὸ λέγει Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν
[7] Ὑποτάγητε οὖν τῷ Θεῷ ἀντίστητε δὲ τῷ διαβόλῳ καὶ φεύξεται ἀφ᾽ ὑμῶν
[8] ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν καθαρίσατε χεῖρας ἁμαρτωλοί καὶ ἁγνίσατε καρδίας δίψυχοι
[9] ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ χαρὰ εἰς κατήφειαν
[10] ταπεινώθητε ἐνώπιον τοῦ Κυρίου καὶ ὑψώσει ὑμᾶς
[11] Μὴ καταλαλεῖτε ἀλλήλων ἀδελφοί καταλαλῶν ἀδελφοῦ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον εἰ δὲ νόμον κρίνεις οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής
[12] εἷς ἐστιν νομοθέτης καὶ κριτής δυνάμενος σῶσαι καὶ ἀπολέσαι σὺ δὲ τίς εἶ κρίνων τὸν πλησίον
[13] Ἄγε νῦν οἱ λέγοντες Σήμερον αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν
[14] οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία ζωὴ ὑμῶν ἀτμὶς γάρ ἐστε πρὸς ὀλίγον φαινομένη ἔπειτα καὶ ἀφανιζομένη
[15] Ἀντὶ τοῦ λέγειν ὑμᾶς Ἐὰν Κύριος θελήσῃ καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἐκεῖνο
[16] νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν
[17] εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι ἁμαρτία αὐτῷ ἐστιν