John Chapter 11 in Koine Greek

Chapter 11

[1] Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς
[2] ἦν δὲ Μαριὰμ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς ἧς ἀδελφὸς Λάζαρος ἠσθένει
[3] ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι Κύριε ἴδε ὃν φιλεῖς ἀσθενεῖ
[4] Ἀκούσας δὲ Ἰησοῦς εἶπεν Αὕτη ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἵνα δοξασθῇ Υἱὸς τοῦ Θεοῦ δι᾽ αὐτῆς
[5] Ἠγάπα δὲ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον
[6] ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ τότε μὲν ἔμεινεν ἐν ἦν τόπῳ δύο ἡμέρας
[7] ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν
[8] Λέγουσιν αὐτῷ οἱ μαθηταί Ῥαββί νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι καὶ πάλιν ὑπάγεις ἐκεῖ
[9] Ἀπεκρίθη Ἰησοῦς Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει
[10] ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί προσκόπτει ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ
[11] Ταῦτα εἶπεν καὶ μετὰ τοῦτο λέγει αὐτοῖς Λάζαρος φίλος ἡμῶν κεκοίμηται ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν
[12] Εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ Κύριε εἰ κεκοίμηται σωθήσεται
[13] εἰρήκει δὲ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει
[14] Τότε οὖν εἶπεν αὐτοῖς Ἰησοῦς παρρησίᾳ Λάζαρος ἀπέθανεν
[15] καὶ χαίρω δι᾽ ὑμᾶς ἵνα πιστεύσητε ὅτι οὐκ ἤμην ἐκεῖ ἀλλὰ ἄγωμεν πρὸς αὐτόν
[16] Εἶπεν οὖν Θωμᾶς λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ
[17] Ἐλθὼν οὖν Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ
[18] ἦν δὲ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε
[19] πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ
[20] οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ Μαριὰμ δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο
[21] Εἶπεν οὖν Μάρθα πρὸς τὸν Ἰησοῦν Κύριε εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ἀδελφός μου
[22] ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν δώσει σοι Θεός
[23] Λέγει αὐτῇ Ἰησοῦς Ἀναστήσεται ἀδελφός σου
[24] Λέγει αὐτῷ Μάρθα Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ
[25] Εἶπεν αὐτῇ Ἰησοῦς Ἐγώ εἰμι ἀνάστασις καὶ ζωή πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται
[26] καὶ πᾶς ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα πιστεύεις τοῦτο
[27] Λέγει αὐτῷ Ναί Κύριε ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ Χριστὸς Υἱὸς τοῦ Θεοῦ εἰς τὸν κόσμον ἐρχόμενος
[28] Καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα Διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε
[29] ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν
[30] Οὔπω δὲ ἐληλύθει Ἰησοῦς εἰς τὴν κώμην ἀλλ᾽ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ Μάρθα
[31] οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν ἠκολούθησαν αὐτῇ δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ
[32] οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας λέγουσα αὐτῷ Κύριε εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ἀδελφός
[33] Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν
[34] καὶ εἶπεν Ποῦ τεθείκατε αὐτόν Λέγουσιν αὐτῷ Κύριε ἔρχου καὶ ἴδε
[35] Ἐδάκρυσεν Ἰησοῦς
[36] Ἔλεγον οὖν οἱ Ἰουδαῖοι Ἴδε πῶς ἐφίλει αὐτόν
[37] Τινὲς δὲ ἐξ αὐτῶν εἶπαν Οὐκ ἐδύνατο οὗτος ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ
[38] Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον ἦν δὲ σπήλαιον καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ
[39] λέγει Ἰησοῦς Ἄρατε τὸν λίθον Λέγει αὐτῷ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα Κύριε ἤδη ὄζει τεταρταῖος γάρ ἐστιν
[40] Λέγει αὐτῇ Ἰησοῦς Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ Θεοῦ
[41] Ἦραν οὖν τὸν λίθον δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν Πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου
[42] ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας
[43] Καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν Λάζαρε δεῦρο ἔξω
[44] ἐξῆλθεν τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις καὶ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο Λέγει αὐτοῖς Ἰησοῦς Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν
[45] Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἐποίησεν ἐπίστευσαν εἰς αὐτόν
[46] τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἐποίησεν Ἰησοῦς
[47] Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον Τί ποιοῦμεν ὅτι οὗτος ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα
[48] ἐὰν ἀφῶμεν αὐτὸν οὕτως πάντες πιστεύσουσιν εἰς αὐτόν καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος
[49] Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου εἶπεν αὐτοῖς Ὑμεῖς οὐκ οἴδατε οὐδέν
[50] οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται
[51] Τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους
[52] καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν
[53] Ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν
[54] οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου εἰς Ἐφραὶμ λεγομένην πόλιν κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν
[55] Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς
[56] ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες Τί δοκεῖ ὑμῖν ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν
[57] δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ ὅπως πιάσωσιν αὐτόν