[1] Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος ἐφανέρωσεν δὲ οὕτως
[2] ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο
[3] λέγει αὐτοῖς Σίμων Πέτρος Ὑπάγω ἁλιεύειν Λέγουσιν αὐτῷ Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν
[4] Πρωΐας δὲ ἤδη γενομένης ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν
[5] λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς Παιδία μή τι προσφάγιον ἔχετε Ἀπεκρίθησαν αὐτῷ Οὔ
[6] Ὁ δὲ εἶπεν αὐτοῖς Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον καὶ εὑρήσετε ἔβαλον οὖν καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων
[7] Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ Ὁ Κύριός ἐστιν Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστιν τὸν ἐπενδύτην διεζώσατο ἦν γὰρ γυμνός καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν
[8] οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων σύροντες τὸ δίκτυον τῶν ἰχθύων
[9] Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον
[10] Λέγει αὐτοῖς ὁ Ἰησοῦς Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν
[11] ἀνέβη οὖν Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον
[12] Λέγει αὐτοῖς ὁ Ἰησοῦς Δεῦτε ἀριστήσατε οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν Σὺ τίς εἶ εἰδότες ὅτι ὁ Κύριός ἐστιν
[13] ἔρχεται Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως
[14] Τοῦτο ἤδη τρίτον ἐφανερώθη Ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν
[15] Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς Σίμων Ἰωάννου ἀγαπᾷς με πλέον τούτων Λέγει αὐτῷ Ναί Κύριε σὺ οἶδας ὅτι φιλῶ σε Λέγει αὐτῷ Βόσκε τὰ ἀρνία μου
[16] Λέγει αὐτῷ πάλιν δεύτερον Σίμων Ἰωάννου ἀγαπᾷς με Λέγει αὐτῷ Ναί Κύριε σὺ οἶδας ὅτι φιλῶ σε Λέγει αὐτῷ Ποίμαινε τὰ πρόβατά μου
[17] Λέγει αὐτῷ τὸ τρίτον Σίμων Ἰωάννου φιλεῖς με Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον Φιλεῖς με Καὶ λέγει αὐτῷ Κύριε πάντα σὺ οἶδας σὺ γινώσκεις ὅτι φιλῶ σε Λέγει αὐτῷ ὁ Ἰησοῦς Βόσκε τὰ πρόβατά μου
[18] Ἀμὴν ἀμὴν λέγω σοι ὅτε ἦς νεώτερος ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες ὅταν δὲ γηράσῃς ἐκτενεῖς τὰς χεῖράς σου καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις
[19] τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ Ἀκολούθει μοι
[20] Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν Κύριε τίς ἐστιν ὁ παραδιδούς σε
[21] τοῦτον οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ Κύριε οὗτος δὲ τί
[22] Λέγει αὐτῷ ὁ Ἰησοῦς Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ σύ μοι ἀκολούθει
[23] ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει ἀλλ᾽ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ
[24] Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ὁ γράψας ταῦτα καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν
[25] Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν οὐδ᾽ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία