Luke Chapter 19 in Koine Greek

Chapter 19

[1] Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ
[2] Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος
[3] καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν
[4] καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι
[5] Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον ἀναβλέψας Ἰησοῦς εἶπεν πρὸς αὐτόν Ζακχαῖε σπεύσας κατάβηθι σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι
[6] Καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων
[7] καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι
[8] Σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν Κύριον Ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων Κύριε τοῖς πτωχοῖς δίδωμι καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν
[9] Εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν
[10] ἦλθεν γὰρ Υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός
[11] Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι
[12] εἶπεν οὖν Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι
[13] καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς Πραγματεύσασθε ἐν ἔρχομαι
[14] Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς
[15] Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον ἵνα γνοῖ τί διεπραγματεύσαντο
[16] Παρεγένετο δὲ πρῶτος λέγων Κύριε μνᾶ σου δέκα προσηργάσατο μνᾶς
[17] Καὶ εἶπεν αὐτῷ Εὖγε ἀγαθὲ δοῦλε ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων
[18] Καὶ ἦλθεν δεύτερος λέγων μνᾶ σου κύριε ἐποίησεν πέντε μνᾶς
[19] Εἶπεν δὲ καὶ τούτῳ Καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων
[20] Καὶ ἕτερος ἦλθεν λέγων Κύριε ἰδοὺ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ
[21] ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ αἴρεις οὐκ ἔθηκας καὶ θερίζεις οὐκ ἔσπειρας
[22] Λέγει αὐτῷ Ἐκ τοῦ στόματός σου κρίνω σε πονηρὲ δοῦλε ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων οὐκ ἔθηκα καὶ θερίζων οὐκ ἔσπειρα
[23] καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα
[24] Καὶ τοῖς παρεστῶσιν εἶπεν Ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι
[25] Καὶ εἶπαν αὐτῷ Κύριε ἔχει δέκα μνᾶς
[26] Λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ἔχει ἀρθήσεται
[27] πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου
[28] Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα
[29] Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν ἀπέστειλεν δύο τῶν μαθητῶν
[30] λέγων Ὑπάγετε εἰς τὴν κατέναντι κώμην ἐν εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν καὶ λύσαντες αὐτὸν ἀγάγετε
[31] καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ Διὰ τί λύετε οὕτως ἐρεῖτε Ὅτι Κύριος αὐτοῦ χρείαν ἔχει
[32] Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς
[33] λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς Τί λύετε τὸν πῶλον
[34] Οἱ δὲ εἶπαν ὅτι Κύριος αὐτοῦ χρείαν ἔχει
[35] Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν
[36] Πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια ἑαυτῶν ἐν τῇ ὁδῷ
[37] ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων
[38] λέγοντες Εὐλογημένος ἐρχόμενος Βασιλεὺς ἐν ὀνόματι Κυρίου Ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις
[39] Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν Διδάσκαλε ἐπιτίμησον τοῖς μαθηταῖς σου
[40] Καὶ ἀποκριθεὶς εἶπεν Λέγω ὑμῖν ἐὰν οὗτοι σιωπήσουσιν οἱ λίθοι κράξουσιν
[41] Καὶ ὡς ἤγγισεν ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ αὐτήν
[42] λέγων ὅτι Εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου
[43] ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν
[44] καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου
[45] Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας
[46] λέγων αὐτοῖς Γέγραπται Καὶ ἔσται οἶκός μου οἶκος προσευχῆς ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε Σπήλαιον λῃστῶν
[47] Καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ
[48] καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων