Mark Chapter 13 in Koine Greek

Chapter 13

[1] Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ Διδάσκαλε ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί
[2] Καὶ Ἰησοῦς εἶπεν αὐτῷ Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ
[3] Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας
[4] Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα
[5] δὲ Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς Βλέπετε μή τις ὑμᾶς πλανήσῃ
[6] πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι καὶ πολλοὺς πλανήσουσιν
[7] ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων μὴ θροεῖσθε δεῖ γενέσθαι ἀλλ᾽ οὔπω τὸ τέλος
[8] ἐγερθήσεται γὰρ ἔθνος ἐπ᾽ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν ἔσονται σεισμοὶ κατὰ τόπους ἔσονται λιμοί ἀρχὴ ὠδίνων ταῦτα
[9] Βλέπετε δὲ ὑμεῖς ἑαυτούς παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς
[10] καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον
[11] καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες μὴ προμεριμνᾶτε τί λαλήσητε ἀλλ᾽ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον
[12] Καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς
[13] καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται
[14] Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστηκότα ὅπου οὐ δεῖ ἀναγινώσκων νοείτω τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη
[15] δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω μηδὲ εἰσελθάτω ἆραι τι ἐκ τῆς οἰκίας αὐτοῦ
[16] καὶ εἰς τὸν ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ
[17] Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις
[18] προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος
[19] ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως ἣν ἔκτισεν Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται
[20] καὶ εἰ μὴ ἐκολόβωσεν Κύριος τὰς ἡμέρας οὐκ ἂν ἐσώθη πᾶσα σάρξ ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας
[21] Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ Ἴδε ὧδε Χριστός Ἴδε ἐκεῖ μὴ πιστεύετε
[22] ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν τοὺς ἐκλεκτούς
[23] ὑμεῖς δὲ βλέπετε προείρηκα ὑμῖν πάντα
[24] Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ἥλιος σκοτισθήσεται Καὶ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς
[25] Καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες Καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται
[26] Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης
[27] καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ
[28] Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν ὅταν ἤδη κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν
[29] οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα γινόμενα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις
[30] ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται
[31] οὐρανὸς καὶ γῆ παρελεύσονται οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται
[32] Περὶ δὲ τῆς ἡμέρας ἐκείνης τῆς ὥρας οὐδεὶς οἶδεν οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ Υἱός εἰ μὴ Πατήρ
[33] Βλέπετε ἀγρυπνεῖτε οὐκ οἴδατε γὰρ πότε καιρός ἐστιν
[34] Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν ἑκάστῳ τὸ ἔργον αὐτοῦ καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ
[35] γρηγορεῖτε οὖν οὐκ οἴδατε γὰρ πότε κύριος τῆς οἰκίας ἔρχεται ὀψὲ μεσονύκτιον ἀλεκτοροφωνίας πρωΐ
[36] μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας
[37] δὲ ὑμῖν λέγω πᾶσιν λέγω γρηγορεῖτε