Matthew Chapter 10 in Koine Greek

Chapter 10

[1] Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν
[2] Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα πρῶτος Σίμων λεγόμενος Πέτρος καὶ Ἀνδρέας ἀδελφὸς αὐτοῦ καὶ Ἰάκωβος τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ἀδελφὸς αὐτοῦ
[3] Φίλιππος καὶ Βαρθολομαῖος Θωμᾶς καὶ Μαθθαῖος τελώνης Ἰάκωβος τοῦ Ἁλφαίου καὶ Θαδδαῖος
[4] Σίμων Καναναῖος καὶ Ἰούδας Ἰσκαριώτης καὶ παραδοὺς αὐτόν
[5] Τούτους τοὺς δώδεκα ἀπέστειλεν Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε
[6] πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ
[7] πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν βασιλεία τῶν οὐρανῶν
[8] ἀσθενοῦντας θεραπεύετε νεκροὺς ἐγείρετε λεπροὺς καθαρίζετε δαιμόνια ἐκβάλλετε δωρεὰν ἐλάβετε δωρεὰν δότε
[9] Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν
[10] μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον ἄξιος γὰρ ἐργάτης τῆς τροφῆς αὐτοῦ
[11] Εἰς ἣν δ᾽ ἂν πόλιν κώμην εἰσέλθητε ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε
[12] εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν
[13] καὶ ἐὰν μὲν οἰκία ἀξία ἐλθάτω εἰρήνη ὑμῶν ἐπ᾽ αὐτήν ἐὰν δὲ μὴ ἀξία εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω
[14] καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν ἐξερχόμενοι ἔξω τῆς οἰκίας τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν
[15] ἀμὴν λέγω ὑμῖν ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως τῇ πόλει ἐκείνῃ
[16] Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί
[17] Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς
[18] καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν
[19] ὅταν δὲ παραδῶσιν ὑμᾶς μὴ μεριμνήσητε πῶς τί λαλήσητε δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε
[20] οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν
[21] Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς
[22] καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται
[23] Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ φεύγετε εἰς τὴν ἑτέραν ἀμὴν γὰρ λέγω ὑμῖν οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἂν ἔλθῃ Υἱὸς τοῦ ἀνθρώπου
[24] Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ
[25] ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς διδάσκαλος αὐτοῦ καὶ δοῦλος ὡς κύριος αὐτοῦ εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ
[26] Μὴ οὖν φοβηθῆτε αὐτούς οὐδὲν γάρ ἐστιν κεκαλυμμένον οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτὸν οὐ γνωσθήσεται
[27] λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτί καὶ εἰς τὸ οὖς ἀκούετε κηρύξατε ἐπὶ τῶν δωμάτων
[28] Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ
[29] Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν
[30] ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν
[31] μὴ οὖν φοβεῖσθε πολλῶν στρουθίων διαφέρετε ὑμεῖς
[32] Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς
[33] ὅστις δ᾽ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς
[34] Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν
[35] ἦλθον γὰρ διχάσαι Ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ Καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς Καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς
[36] Καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ
[37] φιλῶν πατέρα μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος καὶ φιλῶν υἱὸν θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος
[38] καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου οὐκ ἔστιν μου ἄξιος
[39] εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν καὶ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν
[40] δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με
[41] δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήμψεται καὶ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήμψεται
[42] καὶ ὃς ἂν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ ἀμὴν λέγω ὑμῖν οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ