Matthew Chapter 8 in Koine Greek

Chapter 8

[1] Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί
[2] καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων Κύριε ἐὰν θέλῃς δύνασαί με καθαρίσαι
[3] Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων Θέλω καθαρίσθητι καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ λέπρα
[4] καὶ λέγει αὐτῷ Ἰησοῦς Ὅρα μηδενὶ εἴπῃς ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκον τὸ δῶρον προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς
[5] Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν
[6] καὶ λέγων Κύριε παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός δεινῶς βασανιζόμενος
[7] Καὶ λέγει αὐτῷ Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν
[8] Καὶ ἀποκριθεὶς ἑκατόνταρχος ἔφη Κύριε οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς ἀλλὰ μόνον εἰπὲ λόγῳ καὶ ἰαθήσεται παῖς μου
[9] καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας καὶ λέγω τούτῳ Πορεύθητι καὶ πορεύεται καὶ ἄλλῳ Ἔρχου καὶ ἔρχεται καὶ τῷ δούλῳ μου Ποίησον τοῦτο καὶ ποιεῖ
[10] Ἀκούσας δὲ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν Ἀμὴν λέγω ὑμῖν παρ᾽ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον
[11] λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
[12] οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων
[13] Καὶ εἶπεν Ἰησοῦς τῷ ἑκατοντάρχῃ Ὕπαγε ὡς ἐπίστευσας γενηθήτω σοι καὶ ἰάθη παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ
[14] Καὶ ἐλθὼν Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν
[15] καὶ ἥψατο τῆς χειρὸς αὐτῆς καὶ ἀφῆκεν αὐτὴν πυρετός καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ
[16] Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν
[17] ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν
[18] Ἰδὼν δὲ Ἰησοῦς ὄχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν
[19] Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ Διδάσκαλε ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ
[20] Καὶ λέγει αὐτῷ Ἰησοῦς Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ
[21] Ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ Κύριε ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου
[22] δὲ Ἰησοῦς λέγει αὐτῷ Ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς
[23] Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
[24] καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων αὐτὸς δὲ ἐκάθευδεν
[25] καὶ προσελθόντες ἤγειραν αὐτὸν λέγοντες Κύριε σῶσον ἀπολλύμεθα
[26] Καὶ λέγει αὐτοῖς Τί δειλοί ἐστε ὀλιγόπιστοι τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ καὶ ἐγένετο γαλήνη μεγάλη
[27] Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ θάλασσα αὐτῷ ὑπακούουσιν
[28] Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης
[29] Καὶ ἰδοὺ ἔκραξαν λέγοντες Τί ἡμῖν καὶ σοί Υἱὲ τοῦ Θεοῦ ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς
[30] Ἦν δὲ μακρὰν ἀπ᾽ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη
[31] οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες Εἰ ἐκβάλλεις ἡμᾶς ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων
[32] Καὶ εἶπεν αὐτοῖς Ὑπάγετε οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν
[33] Οἱ δὲ βόσκοντες ἔφυγον καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων
[34] καὶ ἰδοὺ πᾶσα πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ Ἰησοῦ καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν