Philemon Chapter 1 in Koine Greek

Chapter 1

[1] Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
[2] καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ
[3] Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ
[4] Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου
[5] ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους
[6] ὅπως κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν
[7] χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ ἀδελφέ
[8] Διό πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον
[9] διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ
[10] Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς Ὀνήσιμον
[11] τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ καὶ σοὶ καὶ ἐμοὶ εὔχρηστον
[12] ὃν ἀνέπεμψά σοι αὐτόν τοῦτ᾽ ἔστιν τὰ ἐμὰ σπλάγχνα
[13] ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου
[14] Χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ἀλλὰ κατὰ ἑκούσιον
[15] τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς
[16] οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον ἀδελφὸν ἀγαπητόν μάλιστα ἐμοί πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ
[17] Εἰ οὖν με ἔχεις κοινωνόν προσλαβοῦ αὐτὸν ὡς ἐμέ
[18] εἰ δέ τι ἠδίκησέν σε ὀφείλει τοῦτο ἐμοὶ ἐλλόγα
[19] ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί ἐγὼ ἀποτίσω ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις
[20] Ναί ἀδελφέ ἐγώ σου ὀναίμην ἐν Κυρίῳ ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ
[21] Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι εἰδὼς ὅτι καὶ ὑπὲρ λέγω ποιήσεις
[22] Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν
[23] Ἀσπάζεταί σε Ἐπαφρᾶς συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ
[24] Μᾶρκος Ἀρίσταρχος Δημᾶς Λουκᾶς οἱ συνεργοί μου
[25] χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν