[1] Ὥστε ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι χαρὰ καὶ στέφανός μου οὕτως στήκετε ἐν Κυρίῳ ἀγαπητοί
[2] Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ
[3] ναὶ ἐρωτῶ καὶ σέ γνήσιε σύζυγε συλλαμβάνου αὐταῖς αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς
[4] Χαίρετε ἐν Κυρίῳ πάντοτε πάλιν ἐρῶ χαίρετε
[5] τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις ὁ Κύριος ἐγγύς
[6] Μηδὲν μεριμνᾶτε ἀλλ᾽ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν
[7] καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ
[8] Τὸ λοιπόν ἀδελφοί ὅσα ἐστὶν ἀληθῆ ὅσα σεμνά ὅσα δίκαια ὅσα ἁγνά ὅσα προσφιλῆ ὅσα εὔφημα εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος ταῦτα λογίζεσθε
[9] ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί ταῦτα πράσσετε καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν
[10] Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν ἐφ᾽ ᾧ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ
[11] οὐχ ὅτι καθ᾽ ὑστέρησιν λέγω ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι
[12] οἶδα καὶ ταπεινοῦσθαι οἶδα καὶ περισσεύειν ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περισσεύειν καὶ ὑστερεῖσθαι
[13] πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με
[14] Πλὴν καλῶς ἐποιήσατε συνκοινωνήσαντές μου τῇ θλίψει
[15] οἴδατε δὲ καὶ ὑμεῖς Φιλιππήσιοι ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι
[16] ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε
[17] Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν
[18] ἀπέχω δὲ πάντα καὶ περισσεύω πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ᾽ ὑμῶν ὀσμὴν εὐωδίας θυσίαν δεκτήν εὐάρεστον τῷ Θεῷ
[19] Ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ
[20] τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
[21] Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί
[22] Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας
[23] Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν