[1] Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν οὖσαν καὶ διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κενχρεαῖς
[2] ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ
[3] Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ
[4] οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν
[5] καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν
[6] Ἀσπάσασθε Μαριάν ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς
[7] Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ
[8] Ἀσπάσασθε Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν Κυρίῳ
[9] Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου
[10] Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου
[11] Ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν Κυρίῳ
[12] Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ
[13] Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ
[14] Ἀσπάσασθε Ἀσύνκριτον Φλέγοντα Ἑρμῆν Πατρόβαν Ἑρμᾶν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς
[15] Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους
[16] Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ
[17] Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας καὶ ἐκκλίνετε ἀπ᾽ αὐτῶν
[18] οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων
[19] Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο ἐφ᾽ ὑμῖν οὖν χαίρω θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν ἀκεραίους δὲ εἰς τὸ κακόν
[20] Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ μεθ᾽ ὑμῶν
[21] Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου
[22] Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν Κυρίῳ
[23] Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός
[25] Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου
[26] φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος
[27] μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν