Romans Chapter 2 in Koine Greek

Chapter 2

[1] Διὸ ἀναπολόγητος εἶ ἄνθρωπε πᾶς κρίνων ἐν γὰρ κρίνεις τὸν ἕτερον σεαυτὸν κατακρίνεις τὰ γὰρ αὐτὰ πράσσεις κρίνων
[2] οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ Θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας
[3] λογίζῃ δὲ τοῦτο ἄνθρωπε κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ Θεοῦ
[4] τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει
[5] Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ
[6] ὃς Ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ
[7] τοῖς μὲν καθ᾽ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον
[8] τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ ὀργὴ καὶ θυμός
[9] θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος
[10] δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι
[11] οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ Θεῷ
[12] Ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον διὰ νόμου κριθήσονται
[13] οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ Θεῷ ἀλλ᾽ οἱ ποιηταὶ νόμου δικαιωθήσονται
[14] Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος
[15] οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων καὶ ἀπολογουμένων
[16] ἐν ἡμέρᾳ ὅτε κρίνει Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Χριστοῦ Ἰησοῦ
[17] Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν Θεῷ
[18] καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου
[19] πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν φῶς τῶν ἐν σκότει
[20] παιδευτὴν ἀφρόνων διδάσκαλον νηπίων ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ
[21] οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις κηρύσσων μὴ κλέπτειν κλέπτεις
[22] λέγων μὴ μοιχεύειν μοιχεύεις βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς
[23] ὃς ἐν νόμῳ καυχᾶσαι διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις
[24] τὸ γὰρ Ὄνομα τοῦ Θεοῦ δι᾽ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν καθὼς γέγραπται
[25] Περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς ἐὰν δὲ παραβάτης νόμου ᾖς περιτομή σου ἀκροβυστία γέγονεν
[26] ἐὰν οὖν ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ οὐχ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται
[27] καὶ κρινεῖ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου
[28] Οὐ γὰρ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν οὐδὲ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή
[29] ἀλλ᾽ ἐν τῷ κρυπτῷ Ἰουδαῖος καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι οὗ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ᾽ ἐκ τοῦ Θεοῦ