[1] Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ
[2] ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου
[3] τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί
[4] ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα
[5] Οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος
[6] τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη
[7] διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται οὐδὲ γὰρ δύναται
[8] οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται
[9] Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει οὗτος οὐκ ἔστιν αὐτοῦ
[10] εἰ δὲ Χριστὸς ἐν ὑμῖν τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην
[11] εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν
[12] Ἄρα οὖν ἀδελφοί ὀφειλέται ἐσμέν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν
[13] εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε ἀποθνήσκειν εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε ζήσεσθε
[14] ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται οὗτοι υἱοί Θεοῦ εἰσιν
[15] Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν Ἀββᾶ ὁ Πατήρ
[16] αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ
[17] εἰ δὲ τέκνα καὶ κληρονόμοι κληρονόμοι μὲν Θεοῦ συνκληρονόμοι δὲ Χριστοῦ εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν
[18] Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς
[19] ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται
[20] τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐφ᾽ ἑλπίδι
[21] ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ
[22] Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν
[23] οὐ μόνον δέ ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες ἡμεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν
[24] τῇ γὰρ ἐλπίδι ἐσώθημεν ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς ὃ γὰρ βλέπει τις ἐλπίζει
[25] εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν δι᾽ ὑπομονῆς ἀπεκδεχόμεθα
[26] Ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν ἀλλὰ αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις
[27] ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ Πνεύματος ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων
[28] Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν
[29] ὅτι οὓς προέγνω καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς
[30] οὓς δὲ προώρισεν τούτους καὶ ἐκάλεσεν καὶ οὓς ἐκάλεσεν τούτους καὶ ἐδικαίωσεν οὓς δὲ ἐδικαίωσεν τούτους καὶ ἐδόξασεν
[31] Τί οὖν ἐροῦμεν πρὸς ταῦτα εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν τίς καθ᾽ ἡμῶν
[32] ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται
[33] τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ Θεὸς ὁ δικαιῶν
[34] τίς ὁ κατακρινῶν Χριστὸς Ἰησοῦς ὁ ἀποθανών μᾶλλον δὲ ἐγερθείς ὅς καί ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν
[35] Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα
[36] καθὼς γέγραπται ὅτι Ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς
[37] Ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς
[38] πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις
[39] οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν