[1] Παῦλος δοῦλος Θεοῦ ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ᾽ εὐσέβειαν
[2] ἐπ᾽ ἐλπίδι ζωῆς αἰωνίου ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων
[3] ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ᾽ ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ
[4] Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν Χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν
[5] Τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους ὡς ἐγώ σοι διεταξάμην
[6] εἴ τίς ἐστιν ἀνέγκλητος μιᾶς γυναικὸς ἀνήρ τέκνα ἔχων πιστά μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα
[7] Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον μὴ αὐθάδη μὴ ὀργίλον μὴ πάροινον μὴ πλήκτην μὴ αἰσχροκερδῆ
[8] ἀλλὰ φιλόξενον φιλάγαθον σώφρονα δίκαιον ὅσιον ἐγκρατῆ
[9] ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν
[10] Εἰσὶν γὰρ πολλοὶ καὶ ἀνυπότακτοι ματαιολόγοι καὶ φρεναπάται μάλιστα οἱ ἐκ τῆς περιτομῆς
[11] οὓς δεῖ ἐπιστομίζειν οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν
[12] εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης Κρῆτες ἀεὶ ψεῦσται κακὰ θηρία γαστέρες ἀργαί
[13] Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής δι᾽ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει
[14] μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν
[15] Πάντα καθαρὰ τοῖς καθαροῖς τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις
[16] Θεὸν ὁμολογοῦσιν εἰδέναι τοῖς δὲ ἔργοις ἀρνοῦνται βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι