1 Corinthians Chapter 13 in Koine Greek

Chapter 13

[1] Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων ἀγάπην δὲ μὴ ἔχω γέγονα χαλκὸς ἠχῶν κύμβαλον ἀλαλάζον
[2] καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι ἀγάπην δὲ μὴ ἔχω οὐθέν εἰμι
[3] κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι ἀγάπην δὲ μὴ ἔχω οὐδὲν ὠφελοῦμαι
[4] ἀγάπη μακροθυμεῖ χρηστεύεται ἀγάπη οὐ ζηλοῖ ἀγάπη οὐ περπερεύεται οὐ φυσιοῦται
[5] οὐκ ἀσχημονεῖ οὐ ζητεῖ τὰ ἑαυτῆς οὐ παροξύνεται οὐ λογίζεται τὸ κακόν
[6] οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ συνχαίρει δὲ τῇ ἀληθείᾳ
[7] πάντα στέγει πάντα πιστεύει πάντα ἐλπίζει πάντα ὑπομένει
[8] ἀγάπη οὐδέποτε πίπτει εἴτε δὲ προφητεῖαι καταργηθήσονται εἴτε γλῶσσαι παύσονται εἴτε γνῶσις καταργηθήσεται
[9] ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν
[10] ὅταν δὲ ἔλθῃ τὸ τέλειον τὸ ἐκ μέρους καταργηθήσεται
[11] Ὅτε ἤμην νήπιος ἐλάλουν ὡς νήπιος ἐφρόνουν ὡς νήπιος ἐλογιζόμην ὡς νήπιος ὅτε γέγονα ἀνήρ κατήργηκα τὰ τοῦ νηπίου
[12] βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι τότε δὲ πρόσωπον πρὸς πρόσωπον ἄρτι γινώσκω ἐκ μέρους τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην
[13] Νυνὶ δὲ μένει πίστις ἐλπίς ἀγάπη τὰ τρία ταῦτα μείζων δὲ τούτων ἀγάπη