[1] Διώκετε τὴν ἀγάπην ζηλοῦτε δὲ τὰ πνευματικά μᾶλλον δὲ ἵνα προφητεύητε
[2] ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ Θεῷ οὐδεὶς γὰρ ἀκούει πνεύματι δὲ λαλεῖ μυστήρια
[3] ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν
[4] ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ
[5] Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις μᾶλλον δὲ ἵνα προφητεύητε μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις ἐκτὸς εἰ μὴ διερμηνεύῃ ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ
[6] Νῦν δέ ἀδελφοί ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν τί ὑμᾶς ὠφελήσω ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ
[7] ὅμως τὰ ἄψυχα φωνὴν διδόντα εἴτε αὐλὸς εἴτε κιθάρα ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον
[8] Καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ τίς παρασκευάσεται εἰς πόλεμον
[9] οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε πῶς γνωσθήσεται τὸ λαλούμενον ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες
[10] Τοσαῦτα εἰ τύχοι γένη φωνῶν εἰσιν ἐν κόσμῳ καὶ οὐδὲν ἄφωνον
[11] ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος
[12] Οὕτως καὶ ὑμεῖς ἐπεὶ ζηλωταί ἐστε πνευμάτων πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε
[13] Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ
[14] ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ τὸ πνεῦμά μου προσεύχεται ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν
[15] Τί οὖν ἐστιν προσεύξομαι τῷ πνεύματι προσεύξομαι δὲ καὶ τῷ νοΐ ψαλῶ τῷ πνεύματι ψαλῶ δὲ καὶ τῷ νοΐ
[16] ἐπεὶ ἐὰν εὐλογῇς ἐν πνεύματι ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ ἐπειδὴ τί λέγεις οὐκ οἶδεν
[17] σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται
[18] Εὐχαριστῶ τῷ Θεῷ πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ
[19] ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι ἵνα καὶ ἄλλους κατηχήσω ἢ μυρίους λόγους ἐν γλώσσῃ
[20] Ἀδελφοί μὴ παιδία γίνεσθε ταῖς φρεσίν ἀλλὰ τῇ κακίᾳ νηπιάζετε ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε
[21] ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου λέγει Κύριος
[22] Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν
[23] Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι οὐκ ἐροῦσιν ὅτι μαίνεσθε
[24] ἐὰν δὲ πάντες προφητεύωσιν εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης ἐλέγχεται ὑπὸ πάντων ἀνακρίνεται ὑπὸ πάντων
[25] τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ ἀπαγγέλλων ὅτι Ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν
[26] Τί οὖν ἐστιν ἀδελφοί ὅταν συνέρχησθε ἕκαστος ψαλμὸν ἔχει διδαχὴν ἔχει ἀποκάλυψιν ἔχει γλῶσσαν ἔχει ἑρμηνείαν ἔχει πάντα πρὸς οἰκοδομὴν γινέσθω
[27] Εἴτε γλώσσῃ τις λαλεῖ κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς καὶ ἀνὰ μέρος καὶ εἷς διερμηνευέτω
[28] ἐὰν δὲ μὴ ᾖ διερμηνευτής σιγάτω ἐν ἐκκλησίᾳ ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ
[29] Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν καὶ οἱ ἄλλοι διακρινέτωσαν
[30] ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ ὁ πρῶτος σιγάτω
[31] δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται
[32] καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται
[33] οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς ἀλλὰ εἰρήνης Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων
[34] αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν ἀλλὰ ὑποτασσέσθωσαν καθὼς καὶ ὁ νόμος λέγει
[35] εἰ δέ τι μαθεῖν θέλουσιν ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ
[36] Ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν ἢ εἰς ὑμᾶς μόνους κατήντησεν
[37] Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι Κυρίου ἐστὶν ἐντολή
[38] εἰ δέ τις ἀγνοεῖ ἀγνοεῖται
[39] Ὥστε ἀδελφοί μου ζηλοῦτε τὸ προφητεύειν καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις
[40] πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω