1 Corinthians Chapter 2 in Koine Greek

Chapter 2

[1] Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς ἀδελφοί ἦλθον οὐ καθ᾽ ὑπεροχὴν λόγου σοφίας καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ Θεοῦ
[2] οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον
[3] κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς
[4] καὶ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ᾽ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως
[5] ἵνα πίστις ὑμῶν μὴ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ᾽ ἐν δυνάμει Θεοῦ
[6] Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων
[7] ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην ἣν προώρισεν Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν
[8] ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν
[9] ἀλλὰ καθὼς γέγραπται ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἡτοίμασεν Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν
[10] Ἡμῖν γὰρ ἀπεκάλυψεν Θεὸς διὰ τοῦ Πνεύματος Τὸ γὰρ Πνεῦμα πάντα ἐραυνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ
[11] τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ
[12] ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν
[13] καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ᾽ ἐν διδακτοῖς Πνεύματος πνευματικοῖς πνευματικὰ συνκρίνοντες
[14] Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ μωρία γὰρ αὐτῷ ἐστίν καὶ οὐ δύναται γνῶναι ὅτι πνευματικῶς ἀνακρίνεται
[15] δὲ πνευματικὸς ἀνακρίνει τὰ πάντα αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται
[16] Τίς γὰρ ἔγνω νοῦν Κυρίου ὃς συμβιβάσει αὐτόν ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν