[1] Κἀγώ ἀδελφοί οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ᾽ ὡς σαρκίνοις ὡς νηπίοις ἐν Χριστῷ
[2] γάλα ὑμᾶς ἐπότισα οὐ βρῶμα οὔπω γὰρ ἐδύνασθε Ἀλλ᾽ οὐδὲ ἔτι νῦν δύνασθε
[3] ἔτι γὰρ σαρκικοί ἐστε ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε
[4] ὅταν γὰρ λέγῃ τις Ἐγὼ μέν εἰμι Παύλου ἕτερος δέ Ἐγὼ Ἀπολλῶ οὐκ ἄνθρωποί ἐστε
[5] Τί οὖν ἐστιν Ἀπολλῶς τί δέ ἐστιν Παῦλος διάκονοι δι᾽ ὧν ἐπιστεύσατε καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν
[6] ἐγὼ ἐφύτευσα Ἀπολλῶς ἐπότισεν ἀλλὰ ὁ Θεὸς ηὔξανεν
[7] ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων ἀλλ᾽ ὁ αὐξάνων Θεός
[8] ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον
[9] Θεοῦ γάρ ἐσμεν συνεργοί Θεοῦ γεώργιον Θεοῦ οἰκοδομή ἐστε
[10] Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα ἄλλος δὲ ἐποικοδομεῖ ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ
[11] θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν Ἰησοῦς Χριστός
[12] Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσόν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην
[13] ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ αὐτὸ δοκιμάσει
[14] εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν μισθὸν λήμψεται
[15] εἴ τινος τὸ ἔργον κατακαήσεται ζημιωθήσεται αὐτὸς δὲ σωθήσεται οὕτως δὲ ὡς διὰ πυρός
[16] Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν
[17] εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει φθερεῖ τοῦτον ὁ Θεός ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν οἵτινές ἐστε ὑμεῖς
[18] Μηδεὶς ἑαυτὸν ἐξαπατάτω εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω ἵνα γένηται σοφός
[19] ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστιν γέγραπται γάρ Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν
[20] καὶ πάλιν Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι
[21] Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις πάντα γὰρ ὑμῶν ἐστιν
[22] εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα πάντα ὑμῶν
[23] ὑμεῖς δὲ Χριστοῦ Χριστὸς δὲ Θεοῦ