1 Corinthians Chapter 6 in Koine Greek

Chapter 6

[1] Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων
[2] οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν καὶ εἰ ἐν ὑμῖν κρίνεται κόσμος ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων
[3] οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν μήτι γε βιωτικά
[4] Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετε
[5] πρὸς ἐντροπὴν ὑμῖν λέγω οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ
[6] ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται καὶ τοῦτο ἐπὶ ἀπίστων
[7] ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ᾽ ἑαυτῶν διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε
[8] ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε καὶ τοῦτο ἀδελφούς
[9] οὐκ οἴδατε ὅτι ἄδικοι Θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν μὴ πλανᾶσθε οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται
[10] οὔτε κλέπται οὔτε πλεονέκται οὐ μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσιν
[11] καὶ ταῦτά τινες ἦτε ἀλλὰ ἀπελούσασθε ἀλλὰ ἡγιάσθητε ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν
[12] Πάντα μοι ἔξεστιν ἀλλ᾽ οὐ πάντα συμφέρει Πάντα μοι ἔξεστιν ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος
[13] Τὰ βρώματα τῇ κοιλίᾳ καὶ κοιλία τοῖς βρώμασιν δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ Κυρίῳ καὶ Κύριος τῷ σώματι
[14] δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ
[15] Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη μὴ γένοιτο
[16] οὐκ οἴδατε ὅτι κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν Ἔσονται γάρ φησίν Οἱ δύο εἰς σάρκα μίαν
[17] δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν
[18] Φεύγετε τὴν πορνείαν πᾶν ἁμάρτημα ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει
[19] οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν οὗ ἔχετε ἀπὸ Θεοῦ καὶ οὐκ ἐστὲ ἑαυτῶν
[20] ἠγοράσθητε γὰρ τιμῆς δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν