1 Corinthians Chapter 7 in Koine Greek

Chapter 7

[1] Περὶ δὲ ὧν ἐγράψατε καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι
[2] διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω
[3] Τῇ γυναικὶ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω ὁμοίως δὲ καὶ γυνὴ τῷ ἀνδρί
[4] γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἀνήρ ὁμοίως δὲ καὶ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ γυνή
[5] Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε ἵνα μὴ πειράζῃ ὑμᾶς Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν
[6] τοῦτο δὲ λέγω κατὰ συνγνώμην οὐ κατ᾽ ἐπιταγήν
[7] θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ μὲν οὕτως δὲ οὕτως
[8] Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ
[9] εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν κρεῖττον γάρ ἐστιν γαμῆσαι πυροῦσθαι
[10] Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω οὐκ ἐγὼ ἀλλὰ Κύριος γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι
[11] ἐὰν δὲ καὶ χωρισθῇ μενέτω ἄγαμος τῷ ἀνδρὶ καταλλαγήτω καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι
[12] Τοῖς δὲ λοιποῖς λέγω ἐγώ οὐχ Κύριος εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ μὴ ἀφιέτω αὐτήν
[13] καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς μὴ ἀφιέτω τὸν ἄνδρα
[14] ἡγίασται γὰρ ἀνὴρ ἄπιστος ἐν τῇ γυναικί καὶ ἡγίασται γυνὴ ἄπιστος ἐν τῷ ἀδελφῷ ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν νῦν δὲ ἅγιά ἐστιν
[15] Εἰ δὲ ἄπιστος χωρίζεται χωριζέσθω οὐ δεδούλωται ἀδελφὸς ἀδελφὴ ἐν τοῖς τοιούτοις ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς Θεός
[16] τί γὰρ οἶδας γύναι εἰ τὸν ἄνδρα σώσεις τί οἶδας ἄνερ εἰ τὴν γυναῖκα σώσεις
[17] Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν Κύριος ἕκαστον ὡς κέκληκεν Θεός οὕτως περιπατείτω καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι
[18] περιτετμημένος τις ἐκλήθη μὴ ἐπισπάσθω ἐν ἀκροβυστίᾳ κέκληταί τις μὴ περιτεμνέσθω
[19] περιτομὴ οὐδέν ἐστιν καὶ ἀκροβυστία οὐδέν ἐστιν ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ
[20] Ἕκαστος ἐν τῇ κλήσει ἐκλήθη ἐν ταύτῃ μενέτω
[21] δοῦλος ἐκλήθης μή σοι μελέτω ἀλλ᾽ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι μᾶλλον χρῆσαι
[22] γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος Κυρίου ἐστίν ὁμοίως ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ
[23] Τιμῆς ἠγοράσθητε μὴ γίνεσθε δοῦλοι ἀνθρώπων
[24] ἕκαστος ἐν ἐκλήθη ἀδελφοί ἐν τούτῳ μενέτω παρὰ Θεῷ
[25] Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι
[26] Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι
[27] δέδεσαι γυναικί μὴ ζήτει λύσιν λέλυσαι ἀπὸ γυναικός μὴ ζήτει γυναῖκα
[28] ἐὰν δὲ καὶ γαμήσῃς οὐχ ἥμαρτες καὶ ἐὰν γήμῃ παρθένος οὐχ ἥμαρτεν θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι ἐγὼ δὲ ὑμῶν φείδομαι
[29] Τοῦτο δέ φημι ἀδελφοί καιρὸς συνεσταλμένος ἐστίν τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν
[30] καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες
[31] καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου
[32] Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου πῶς ἀρέσῃ τῷ Κυρίῳ
[33] δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσῃ τῇ γυναικί
[34] καὶ μεμέρισται καὶ γυνὴ ἄγαμος καὶ παρθένος μεριμνᾷ τὰ τοῦ Κυρίου ἵνα ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσῃ τῷ ἀνδρί
[35] Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως
[36] Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι θέλει ποιείτω οὐχ ἁμαρτάνει γαμείτωσαν
[37] ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ τηρεῖν τὴν ἑαυτοῦ παρθένον καλῶς ποιήσει
[38] Ὥστε καὶ γαμίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ καὶ μὴ γαμίζων κρεῖσσον ποιήσει
[39] Γυνὴ δέδεται ἐφ᾽ ὅσον χρόνον ζῇ ἀνὴρ αὐτῆς ἐὰν δὲ κοιμηθῇ ἀνήρ ἐλευθέρα ἐστὶν θέλει γαμηθῆναι μόνον ἐν Κυρίῳ
[40] μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ κατὰ τὴν ἐμὴν γνώμην δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν