[1] Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν ἡ γνῶσις φυσιοῖ ἡ δὲ ἀγάπη οἰκοδομεῖ
[2] εἴ τις δοκεῖ ἐγνωκέναι τι οὔπω ἔγνω καθὼς δεῖ γνῶναι
[3] εἰ δέ τις ἀγαπᾷ τὸν Θεόν οὗτος ἔγνωσται ὑπ᾽ αὐτοῦ
[4] Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ καὶ ὅτι οὐδεὶς Θεὸς εἰ μὴ εἷς
[5] καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί
[6] ἀλλ᾽ ἡμῖν εἷς Θεὸς ὁ Πατήρ ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν καὶ εἷς Κύριος Ἰησοῦς Χριστός δι᾽ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ
[7] Ἀλλ᾽ οὐκ ἐν πᾶσιν ἡ γνῶσις τινὲς δὲ τῇ συνηθείᾳ ἕως ἄρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται
[8] βρῶμα δὲ ἡμᾶς οὐ παραστήσει τῷ Θεῷ οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα οὔτε ἐὰν φάγωμεν περισσεύομεν
[9] Βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενέσιν
[10] ἐὰν γάρ τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν
[11] ἀπόλλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει ὁ ἀδελφὸς δι᾽ ὃν Χριστὸς ἀπέθανεν
[12] οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε
[13] Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω