1 Corinthians Chapter 9 in Koine Greek

Chapter 9

[1] Οὐκ εἰμὶ ἐλεύθερος οὐκ εἰμὶ ἀπόστολος οὐχὶ Ἰησοῦν τὸν Κύριον ἡμῶν ἑόρακα οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ
[2] εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος ἀλλά γε ὑμῖν εἰμι γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ
[3] ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη
[4] μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πεῖν
[5] μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς
[6] μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι
[7] Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ τίς φυτεύει ἀμπελῶνα καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει
[8] Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ καὶ νόμος ταῦτα οὐ λέγει
[9] ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται Οὐ κημώσεις βοῦν ἀλοῶντα μὴ τῶν βοῶν μέλει τῷ Θεῷ
[10] δι᾽ ἡμᾶς πάντως λέγει δι᾽ ἡμᾶς γὰρ ἐγράφη ὅτι ὀφείλει ἐπ᾽ ἐλπίδι ἀροτριῶν ἀροτριᾶν καὶ ἀλοῶν ἐπ᾽ ἐλπίδι τοῦ μετέχειν
[11] Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν
[12] εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν οὐ μᾶλλον ἡμεῖς ἀλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ ἀλλὰ πάντα στέγομεν ἵνα μή τινα ἐνκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ
[13] Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται
[14] οὕτως καὶ Κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν
[15] ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν τὸ καύχημά μου οὐδεὶς κενώσει
[16] Ἐὰν γὰρ εὐαγγελίζωμαι οὐκ ἔστιν μοι καύχημα ἀνάγκη γάρ μοι ἐπίκειται οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι
[17] εἰ γὰρ ἑκὼν τοῦτο πράσσω μισθὸν ἔχω εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι
[18] τίς οὖν μού ἐστιν μισθός ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ
[19] Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα ἵνα τοὺς πλείονας κερδήσω
[20] καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσω τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον μὴ ὢν αὐτὸς ὑπὸ νόμον ἵνα τοὺς ὑπὸ νόμον κερδήσω
[21] τοῖς ἀνόμοις ὡς ἄνομος μὴ ὢν ἄνομος Θεοῦ ἀλλ᾽ ἔννομος Χριστοῦ ἵνα κερδάνω τοὺς ἀνόμους
[22] ἐγενόμην τοῖς ἀσθενέσιν ἀσθενής ἵνα τοὺς ἀσθενεῖς κερδήσω τοῖς πᾶσιν γέγονα πάντα ἵνα πάντως τινὰς σώσω
[23] Πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον ἵνα συνκοινωνὸς αὐτοῦ γένωμαι
[24] Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν εἷς δὲ λαμβάνει τὸ βραβεῖον οὕτως τρέχετε ἵνα καταλάβητε
[25] πᾶς δὲ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν ἡμεῖς δὲ ἄφθαρτον
[26] ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων
[27] ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι