[1] Ἔκρινα γὰρ ἐμαυτῷ τοῦτο τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν
[2] εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς καὶ τίς ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ
[3] καὶ ἔγραψα τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἀφ᾽ ὧν ἔδει με χαίρειν πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν
[4] ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων οὐχ ἵνα λυπηθῆτε ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς
[5] Εἰ δέ τις λελύπηκεν οὐκ ἐμὲ λελύπηκεν ἀλλὰ ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς
[6] ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων
[7] ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος
[8] διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην
[9] Εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν εἰ εἰς πάντα ὑπήκοοί ἐστε
[10] ᾧ δέ τι χαρίζεσθε κἀγώ καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι εἴ τι κεχάρισμαι δι᾽ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ
[11] ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν
[12] Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ
[13] οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν
[14] Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ
[15] ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις
[16] οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν καὶ πρὸς ταῦτα τίς ἱκανός
[17] Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ ἀλλ᾽ ὡς ἐξ εἰλικρινείας ἀλλ᾽ ὡς ἐκ Θεοῦ κατέναντι Θεοῦ ἐν Χριστῷ λαλοῦμεν