John Chapter 14 in Koine Greek

Chapter 14

[1] Μὴ ταρασσέσθω ὑμῶν καρδία πιστεύετε εἰς τὸν Θεόν καὶ εἰς ἐμὲ πιστεύετε
[2] ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν εἰ δὲ μή εἶπον ἂν ὑμῖν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν
[3] καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε
[4] καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε τὴν ὁδόν
[5] Λέγει αὐτῷ Θωμᾶς Κύριε οὐκ οἴδαμεν ποῦ ὑπάγεις πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι
[6] Λέγει αὐτῷ Ἰησοῦς Ἐγώ εἰμι ὁδὸς καὶ ἀλήθεια καὶ ζωή οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι᾽ ἐμοῦ
[7] εἰ ἐγνώκατέ με καὶ τὸν Πατέρα μου γνώσεσθε καὶ ἀπ᾽ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν
[8] Λέγει αὐτῷ Φίλιππος Κύριε δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν
[9] Λέγει αὐτῷ Ἰησοῦς Τοσούτῳ χρόνῳ μεθ᾽ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με Φίλιππε ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν Πατέρα πῶς σὺ λέγεις Δεῖξον ἡμῖν τὸν Πατέρα
[10] οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ Πατὴρ ἐν ἐμοί ἐστιν τὰ ῥήματα ἐγὼ λέγω ὑμῖν ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ δὲ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτοῦ
[11] πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ Πατὴρ ἐν ἐμοί εἰ δὲ μή διὰ τὰ ἔργα αὐτὰ πιστεύετε
[12] Ἀμὴν ἀμὴν λέγω ὑμῖν πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι
[13] καὶ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω ἵνα δοξασθῇ Πατὴρ ἐν τῷ Υἱῷ
[14] ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου ἐγὼ ποιήσω
[15] Ἐὰν ἀγαπᾶτέ με τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε
[16] Κἀγὼ ἐρωτήσω τὸν Πατέρα καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν ἵνα μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα
[17] τὸ Πνεῦμα τῆς ἀληθείας κόσμος οὐ δύναται λαβεῖν ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει ὑμεῖς γινώσκετε αὐτό ὅτι παρ᾽ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται
[18] Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς ἔρχομαι πρὸς ὑμᾶς
[19] ἔτι μικρὸν καὶ κόσμος με οὐκέτι θεωρεῖ ὑμεῖς δὲ θεωρεῖτέ με ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσετε
[20] ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ Πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν
[21] ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ἀγαπῶν με δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν
[22] Λέγει αὐτῷ Ἰούδας οὐχ Ἰσκαριώτης Κύριε καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ
[23] Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει καὶ Πατήρ μου ἀγαπήσει αὐτόν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα
[24] μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ καὶ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με Πατρός
[25] Ταῦτα λελάληκα ὑμῖν παρ᾽ ὑμῖν μένων
[26] δὲ Παράκλητος τὸ Πνεῦμα τὸ Ἅγιον πέμψει Πατὴρ ἐν τῷ ὀνόματί μου ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα εἶπον ὑμῖν ἐγώ
[27] Εἰρήνην ἀφίημι ὑμῖν εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν οὐ καθὼς κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν μὴ ταρασσέσθω ὑμῶν καρδία μηδὲ δειλιάτω
[28] ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν ὅτι πορεύομαι πρὸς τὸν Πατέρα ὅτι Πατὴρ μείζων μού ἐστιν
[29] καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι ἵνα ὅταν γένηται πιστεύσητε
[30] Οὐκέτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν ἔρχεται γὰρ τοῦ κόσμου ἄρχων καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν
[31] ἀλλ᾽ ἵνα γνῷ κόσμος ὅτι ἀγαπῶ τὸν Πατέρα καὶ καθὼς ἐνετείλατο μοι Πατὴρ οὕτως ποιῶ Ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν