Romans Chapter 10 in Koine Greek

Chapter 10

[1] Ἀδελφοί μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ δέησις πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν
[2] μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν
[3] ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν
[4] τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι
[5] Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὅτι ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτῇ
[6] δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν τοῦτ᾽ ἔστιν Χριστὸν καταγαγεῖν
[7] Τίς καταβήσεται εἰς τὴν ἄβυσσον τοῦτ᾽ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν
[8] Ἀλλὰ τί λέγει Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου τοῦτ᾽ ἔστιν τὸ ῥῆμα τῆς πίστεως κηρύσσομεν
[9] ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ
[10] καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν
[11] Λέγει γὰρ γραφή Πᾶς πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται
[12] οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος γὰρ αὐτὸς Κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν
[13] Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται
[14] Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος
[15] πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν καθὼς γέγραπται Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά
[16] Ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ Ἠσαΐας γὰρ λέγει Κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν
[17] ἄρα πίστις ἐξ ἀκοῆς δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ
[18] Ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενοῦνγε Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν
[19] Ἀλλὰ λέγω μὴ Ἰσραὴλ οὐκ ἔγνω πρῶτος Μωϋσῆς λέγει Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς
[20] Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει Εὑρέθην ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν
[21] Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα