Romans Chapter 11 in Koine Greek

Chapter 11

[1] Λέγω οὖν μὴ ἀπώσατο Θεὸς τὸν λαὸν αὐτοῦ μὴ γένοιτο καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί ἐκ σπέρματος Ἀβραάμ φυλῆς Βενιαμίν
[2] οὐκ ἀπώσατο Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει γραφή ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ
[3] Κύριε τοὺς προφήτας σου ἀπέκτειναν τὰ θυσιαστήριά σου κατέσκαψαν κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσιν τὴν ψυχήν μου
[4] Ἀλλὰ τί λέγει αὐτῷ χρηματισμός Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ
[5] Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν
[6] εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ χάρις οὐκέτι γίνεται χάρις
[7] Τί οὖν ἐπιζητεῖ Ἰσραήλ τοῦτο οὐκ ἐπέτυχεν δὲ ἐκλογὴ ἐπέτυχεν οἱ δὲ λοιποὶ ἐπωρώθησαν
[8] καθὼς γέγραπται Ἔδωκεν αὐτοῖς Θεὸς πνεῦμα κατανύξεως ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν ἕως τῆς σήμερον ἡμέρας
[9] Καὶ Δαυὶδ λέγει Γενηθήτω τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς
[10] σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύνκαμψον
[11] Λέγω οὖν μὴ ἔπταισαν ἵνα πέσωσιν μὴ γένοιτο ἀλλὰ τῷ αὐτῶν παραπτώματι σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς
[12] εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν
[13] Ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν ἐφ᾽ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος τὴν διακονίαν μου δοξάζω
[14] εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν
[15] εἰ γὰρ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου τίς πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν
[16] εἰ δὲ ἀπαρχὴ ἁγία καὶ τὸ φύραμα καὶ εἰ ῥίζα ἁγία καὶ οἱ κλάδοι
[17] Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συνκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου
[18] μὴ κατακαυχῶ τῶν κλάδων εἰ δὲ κατακαυχᾶσαι οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ῥίζα σέ
[19] Ἐρεῖς οὖν Ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ
[20] καλῶς τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν σὺ δὲ τῇ πίστει ἕστηκας μὴ ὑψηλὰ φρόνει ἀλλὰ φοβοῦ
[21] εἰ γὰρ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο μή πως οὐδὲ σοῦ φείσεται
[22] ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία ἐπὶ δὲ σὲ χρηστότης Θεοῦ ἐὰν ἐπιμένῃς τῇ χρηστότητι ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ
[23] κἀκεῖνοι δέ ἐὰν μὴ ἐπιμένωσιν τῇ ἀπιστίᾳ ἐνκεντρισθήσονται δυνατὸς γάρ ἐστιν Θεὸς πάλιν ἐνκεντρίσαι αὐτούς
[24] εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐνκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ
[25] Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν ἀδελφοί τὸ μυστήριον τοῦτο ἵνα μὴ ἦτε παρ᾽ ἑαυτοῖς φρόνιμοι ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ
[26] καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν Ῥυόμενος ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ
[27] καὶ αὕτη αὐτοῖς παρ᾽ ἐμοῦ διαθήκη ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν
[28] Κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι᾽ ὑμᾶς κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας
[29] ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ κλῆσις τοῦ Θεοῦ
[30] Ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ
[31] οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ νῦν ἐλεηθῶσιν
[32] συνέκλεισεν γὰρ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ
[33] βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ
[34] Τίς γὰρ ἔγνω νοῦν Κυρίου τίς σύμβουλος αὐτοῦ ἐγένετο
[35] τίς προέδωκεν αὐτῷ καὶ ἀνταποδοθήσεται αὐτῷ
[36] ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα αὐτῷ δόξα εἰς τοὺς αἰῶνας ἀμήν